ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:1-10
SBL Greek New Testament
28 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν [a]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. 2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ [b]καὶ προσελθὼν ἀπεκύλισε τὸν [c]λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3 ἦν δὲ ἡ εἰδέα αὐτοῦ [d]ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. 4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν [e]ὡς νεκροί. 5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· 6 οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου [f]ἔκειτο· 7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. 8 καὶ [g]ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9 [h]καὶ [i]ἰδοὺ Ἰησοῦς [j]ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:1 Μαριὰμ NIV ] Μαρία WH Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:2 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:2 λίθον WH Treg NIV ] + ἀπὸ τῆς θύρας RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:3 ὡς WH Treg NIV ] ὡσεὶ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:4 ὡς WH Treg NIV ] ὡσεὶ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:6 ἔκειτο WH NIV ] + ὁ κύριος Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:8 ἀπελθοῦσαι WH Treg NIV ] ἐξελθοῦσαι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 καὶ WH Treg NIV] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ἰδοὺ WH NIV RP ] + ὁ Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ὑπήντησεν WH Treg NIV ] ἀπήντησεν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software